Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 2.9
Not analysed yet
τοῦτον δεύτερον μετὰ τὸν πατέρα κύριον σαφέστατα Μωυσῆς ἀναγορεύει λέγων “ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου.” τοῦτον καὶ τῷ Ἰακὼβ αὖθις ἐν ἀνδρὸς φανέντα σχήματι θεὸν ἡ θεία προσαγορεύει γραφὴ ,φάσκοντα τῷ Ἰακὼβ “οὺκέτι κληθήσεται τὸ ὂνομά σου Ἰακὼβ ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ. ὅτε καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος θεοῦ ,λέγων “εἶδον γὰρ τὸν θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου.’’