Ancient Greek · ~3 min
ΛΟΓΟΣ Ε., Chapter 20
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 20.6
Not analysed yet
αἱ γὰρ ἐκ παίδων μαθήσεις “συναύξουσαι τῇ ψυχῇ ἑνοῦνται αὐτῇ, ὥστε με δύ- “νασθαι εἰπεῖν καὶ τὸν τόπον ἐν ᾧ καθεζόμενος διε- “λέγετο ὁ μακάριος Πολύκαρπος, καὶ τὰς προόδους “αὐτοῦ καὶ τὰς εἰσόδους, καὶ τὸν χαρακτῆρα τοῦ βίου, “καὶ τὴν τοῦ σώματος ἰδέαν, καὶ τὰς διαλέξεις ἃς “ἐποιεῖτο πρὸς τὸ πλῆθος, καὶ τὴν μετὰ Ἰωάννου “συναναστροφὴν ὡς ἀπήγγελλε καὶ τὴν μετὰ “λοιπῶν τῶν ἑωρακότων τὸν κύριον, καὶ ὡς ἀπεμνη- “μόνευε τοὺς λόγους αὐτῶν, καὶ περὶ τοῦ κυρίου “τίνα ἦν ἃ παρ’ ἐκείνων ἀκηκόει, καὶ περὶ τῶν “δυνάμεων αὐτοῦ, καὶ περὶ τῆς διδασκαλίας, ὡς “παρὰ τῶν αὐτοπτῶν τῆς ζωῆς τοῦ λόγου παρειληφὼς ὁ Πολύκαρπος ἀπήγγελλε πάντα σύμφωνα “ταἴς γραφαῖς.