Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 20
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 20.7
Not analysed yet
ταῦτα καὶ τότε διὰ τὸ ἔλεος τοῦ “θεοῦ τὸ ἐπ’ ἐμοὶ γεγονὸς σπουδαίως ἤκουον, ‘μνηματιζόμενος αὐτὰ οὐκ ἐν χάρτῃ, ἀλλ’ ἐν τῇ ἐμῇ “καρδίᾳ, καὶ ἀεὶ διὰ τὴν χάριν τοῦ θεοῦ γνησίως “αὐτὰ ἀναμαρυκῶμαι· καὶ δύναμαι διαμαρτύρασθαι “ἔμπροσθεν τοῦ θεοῦ, ὅτι εἴ τι τοιοῦτον ἀκηκόει “ἐκεῖνος ὁ μακάριος καὶ ἀποστολικὸς πρεσβύτερος, “ἀνακράξας ἂν καὶ ἐμφράξας τὰ ὦτα αὐτοῦ, καὶ τὸ “σύνηθες αὐτῷ εἰπών ‘ὦ καλὲ θεὲ, εἰς οἴους με και- “ροὺς τετήρηκας, ἔνα τούτων ἀνέχωμαι πεφεύγει “καὶ τὸν τόπον ἐν ᾧ καθεζόμενος ἢ ἑστὼς τῶν “ούτων ἀκηκόει λόγων.