Ancient Greek · ~7 min
21.1 to 21.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 21.1-5-5
Not analysed yet
[Nic. H. E. VI, 19] Ἐπιλαβούσης δὲ ὅσον οὔπω τῆς εἰρήνης ἐπάνεισι μὲν εἰς τὴν Ἀλεξάνδρειαν, πάλιν δ’ ἐνταῦθα στάσεως καὶ πολέμου συστάντος, ὡς οὐχ οἷόν τε ἦν αὐτῷ τοὺς κατὰ τὴν πόλιν ἅπαντας ἀδελφοὺς εἰς ἑκάτερον τῆς στάσεως μέρος διῃρημένους ἐπισκοπεῖν, αὖθις ἐν τῇ τοῦ πάσχα ἑορτῇ ὥσπερ τις ὑπερόριος ἐξ αὐτῆς τῆς Ἀλεξανδρείας διὰ γραμμάτων αὐτοῖς ὡμίλει. καὶ Ἱέρακι δὲ μετὰ ταῦτα τῶν κατ’ Αἴγυπτον ἐπισκόπῳ ἑτέραν ἑορταστικὴν ἐπιστολὴν γράφων, τῆς κατ’ αὐτὸν τῶν Ἀλεξανδρέων στάσεως μνημονεύει διὰ τούτων ‘ἐμοὶ δὲ τί θαυμαστὸν εἰ πρὸς τοὺς πορρω- “τέρω παροικοῦντας χαλεπὸν τὸ κἂν δι’ ἐπιστολῶν “ὁμιλεῖν, ὅτε καὶ τὸ πρὸς ἐμαυτὸν αὐτῷ μοι διαλέγε- “σθαι καὶ τῇ ἰδίᾳ ψυχῇ συμβουλεύεσθαι καθέστηκεν ἄπορον; πρὸς γοῦν τὰ ἐμαυτοῦ σπλάγχνα, τοὺς “ὁμοσκήνους καὶ συμψύχους ἀδελφοὺς καὶ τῆς αὐτῆς ‘πολίτας ἐκκλησίας ἐπιστολιμαίων δέομαι γραμμάτων, καὶ ταῦθ’ ὅπως διαπεμψαίμην, ἀμήχανον “φαίνεται. ῥᾷον γὰρ ἄν τις οὐχ ὅπως εἰς τὴν ὑπερ- “όριον, ἀλλὰ καὶ ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς περαιωθείη, ἢ τὴν Ἀλεξάνδρειαν ἀπ’ αὐτῆς Ἀλεξανδρείας ἐπέλθοι. τῆς γὰρ ἐρήμου τῆς πολλῆς “ἀτριβοῦς ἐκείνης, ἣν ἐν δυσὶ γενεαῖς διώδευσεν ὁ “Ἰσραὴλ, ἄπειρος μᾶλλον καὶ ἄβατός ἐστιν ἡ μεσαι- “τάτη τῆς πόλεως ὁδός· καὶ τῆς θαλάσσης, ἣν ἐκεῖνοι “ῥαγεῖσαν καὶ διατειχισθεῖσαν ἔσχον ἱππήλατον, καὶ “ὧυ ἐν τῇ λεωφόρῳ κατεποντίσθησαν Αἰγύπτιοι, οἱ “γαληνοὶ καὶ ἀκύμαντοι λιμένες γεγόνασιν εἰκὼν, “πολλάκις φανέντες ἀπὸ τῶν ἐν αὐτοῖς φόνων οἷον “ἐρυθρὰ θάλασσα. ὁ δ᾿ ἐπιρρέων ποταμὸς τὴμ “πόλιν ποτὲ μὲν ἐρήμου τῆς ἀνύδρου ξηρότερος “ὤφθη, καὶ μᾶλλον αὐχμώδης ἐκείνης, ἣν διαπο- “ρευόμενος ὁ Ἰσραὴλ οὕτως ἐδίψησεν, ὡς Μωυσοῦ “μὲν καταβοᾶν, ῥυῆναι δ᾿ αὐτοῖς παρὰ τοῦ θαυμάσια “ποιοῦντος μόνου ἐκ πέτρας ἀκροτόμου ποτόν·