Ancient Greek · ~3 min
21.6 to 21.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 21.6-8
Not analysed yet
ποτὲ “δὲ τοσοῦτον ἐπλήμμυρεν ὡς πᾶσαν τὴν περίχωρον “τάς τε ὁδοὺς καὶ τοὺς ἀγροὺς ἐπικλύσαντα, τῆς ἐπὶ “Νῶς γενομένης τοῦ ὕδατος φορᾶς ἐπαγαγεῖν ἀπει- “λήν· ἀεὶ δὲ αἵματι καὶ φόνοις καὶ καταποντισμοῖς “κάτεισι μεμιασμένος, οἷος ὑπὸ Μωυσεῖ γέγονε τῷ “Φαραὼ, μεταβαλὼν εἰς αἷμα καὶ ἐποζέσας. καὶ “ποῖον γένοιτ᾿ ἂν τοῦ πάντα καθαίροντος ὕδατος ὕδωρ “καθάρσιον ἄλλο; πῶς ἂν ὁ πολὺς καὶ ἀπέραντος “ἀνθρώποις ὠκεανὸς ἐπιχυθεὶς τὴν πικρὰν ταύτην “ἀποσμήξαι θάλασσαν; ἢ πῶς ἂν ὁ μέγας ποταμὸς “ὁ ἐκπορευόμενος ἐξ Ἐδὲμ, τὰς τέσσαρας ἀρχὰς εἰς “ἃς ἀφορίζεται μετοχετεύσας εἰς μίαν τοῦ Γηὼν, “ἀποπλύναι τὸ λύθρον; ἢ πότε ὁ τεθολωμένος “ὑπὸ τῶν πονηρῶν πανταχόθεν ἀναθυμιάσεων ἀὴρ “εἰλικρινὴς γένοιτο; τοιοῦτοι γὰρ ἀπὸ τῆς γῆς ἀτμοὶ, “καὶ ἀπὸ θαλάσσης ἄνεμοι, ποταμῶν τε αὖραι καὶ “λιμένων ἀνιμήσεις ἀποπνέουσιν, ὡς σηπομένων ἐν “πᾶσι τοῖς ὑποκειμένοις στοιχείοις νεκρῶν ἰχῶρας “εἶναι τὰς δρόσους.