Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 21
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 21.3
Not analysed yet
ταῦτα ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν ὁ Ἰώσηπος· ἐπιστῆσαι δὲ ἄξιον τοῖς ἐνταῦθα κατὰ τὸν Αἰγύπτιον δεδηλωμένοις καὶ τοῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. ἔνθα τὰ κατὰ Φήλικα πρὸς τοῦ ἐν Ἱεροσολύμοις χιλιάρχου εἴρηται τῷ Παύλῳ ,ὁπηνίκα κατεστασίαζεν αὐτοῦ τὸ τῶν Ἰουδαίων πλῆθος· οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν ἐν τῇ ἐρήμῳ τοὺς τετρα- κισχιλίους ἄνδρας τῶν σικαρίων;’’ ἀλλὰ τὰ μὲν κατὰ Φήλικα τοιαῦτα.