Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 22
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 22.1
Not analysed yet
[Nic. Η. E. II, 28 –33] Τούτου δὲ Φῆστος ὑπὸ Νέρωνος διάδοχος πέμπεται, καθ’ ὃν δικαιολογησάμενος ὁ Παῦλος δέσμιος ἐπὶ Ῥώμης ἄγεται. Ἀρίσταρχος δ’ αὐτῷ συνῆν, ὃν καὶ εἰκότως συναιχμάλωτόν που τῶν ἐπιστολῶν ἀποκαλεῖ. καὶ Λουκᾶς δὲ, ὁ τᾶς πράξεις τῶν ἀποστόλων γραφῇ παραδοὺς, ἐν τούτοις κατέλυσε τὴν ἱστορίαν ,διετίαν ὅλην ἐπὶ τῆς Ῥώμης τὸν Παῦλον ἄνετον διαστρῖψαι, καὶ τὸν τοῦ θεοῦ λόγον ἀκωλύτως κηρῦξαι ἐπισημηνάμενος.