Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 21
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 21.9
Not analysed yet
εἶτα θαυμάζουσι καὶ διαπο- “ροῦσι πόθεν οἱ συνεχεῖς λοιμοὶ, πόθεν αἱ χαλεπαὶ νόσοι, πόθεν αἶ παντοδαπαὶ φθοραὶ, πόθεν ὁ ποικίλος καὶ πολὺς τῶν ἀνθρώπων ὄλεθρος, διὰ τί “μηκέτι τοσοῦτο πλῆθος οἰκητόρων ἡ μεγίστη πόλις “ἐν αὐτῇ φέρει, ἀπὸ νηπίων ἀρξαμένη παίδων μέχρι “τῶν εἰς ἄκρον γεγηρακότων, ὅσους ὠμογέροντας οὓς “ἐκάλει πρότερον ὄντας ἔτρεφεν, ἀλλ’ οἱ τεσσαρα- ῾κοντοῦται καὶ μέχρι τῶν ἑβδομήκοντα ἐτῶν τοσοῦτο ‘πλείονες τότε ὥστε μὴ συμπληροῦσθαι νῦν τὸν “ἀριθμὸν αὐτῶν, προσεγγραφέντων καὶ συγκαταλε- ῾γέντων εἰς τὸ δημόσιον σιτηρέσιον τόν ἀπὸ τεσσα- ‘ρεσκαίδεκα ἐτῶν μέχρι τῶν ὀγδοήκοντα, καὶ γεγό- “νασιν οἶον ἡλικιῶται τῶν πάλαι γεραιτάτων οἱ ὄψει “νεώτατοι.