Ancient Greek
22.1 to 22.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 22.1-6-5
Not analysed yet
[Nic. H. E. VI, 20] Μετὰ ταῦτα λοιμικῆς τὸν πόλεμον διαλαβούσης νόσου, τῆς τε ἑορτῆς πλησιαζούσης, αὖθις διὰ γραφῆς τοῖς ἀδελφοῖς ὁμιλεῖ, τὰ τῆς συμφορᾶς ἐπισημαινόμενος πάθη διὰ τούτων “τοῖς μὲν ἄλλοις ἀνθρώποις οὐκ ἂν δόξειε “καιρὸς ἑορτῆς εἶναι τὰ παρόντα. οὐδ’ ἔστιν αὐτοῖς “οὔτε οὗτος οὔτε τις ἕτερος, οὐχ ὅπως τῶν ἐπιλύπων, ῾ἀλλ’ οὐδ’ εἴ τις περιχαρὴς, ὃν οἰηθεῖεν μάλιστα. “νῦν μέν γε θρῆνοι πάντα, καὶ πενθοῦσι πάντες, καὶ περιηχοῦσιν οἰμωγαὶ τὴν πόλιν διὰ τὸ πλῆθος ῾τῶν τεθνηκότων καὶ τῶν ἀποθνησκόντων ὁσημέραι. “ὡς γὰρ ἐπὶ τῶν πρωτοτόκων τῶν Αἰγυπτίων γέγραπται, οὕτως καὶ νῦν ἐγενήθη κραυγὴ μεγάλη. οὐ γάρ ἐστιν οἰκία, ἐν ᾗ οὐκ ἔστιν ἐν αὐτῇ τεθνη· κώς· καὶ ὤφελόν γε· πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ “τὰ πρὸ τούτου συμβεβηκότα. πρῶτον μὲν ἡμᾶς “ἤλασαν, καὶ μόνοι πρὸς ἁπάντων διωκόμενοι καὶ “θανατούμενοι ἑωρτάσαμεν καὶ τότε, καὶ πᾶς ὁ τῆς “καθ᾿ ἕκαστον θλίψεως τόπος πανηγυρικὸν ἡμῖν “γέγονε χωρίον, ἀγρὸς, ἐρημία, ναῦς, πανδοχεῖον, “δεσμωτήριον· φαιδροτάτην δὲ πασῶν ἤγαγον ἑορ- “τὴν οἱ τέλειοι μάρτυρες εὐωχηθέντες ἐν οὐρανῷ. “μετὰ δὲ ταῦτα πόλεμος καὶ λιμὸς ἐπέλαβεν, ἃ “τοῖς ἔθνεσι συνδιηνέγκαμεν, μόνοι μὲν ὑποστάντες “ὅσα ἡμῖν ἐλυμήναντο, παραπολαύσαντες δὲ καὶ ὧν “ἀλλήλους εἰργάσαντό τε καὶ πεπόνθασι· καὶ τῇ “Χριστοῦ πάλιν ἐνηυφράνθημεν εἰρήνῃ, ἣν μόνοις “ἡμῖν δέδωκε.