Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 22
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 22.6-2
Not analysed yet
βραχυτάτης δὲ ἡμῶν τε καὶ αὐτῶν “τυχόντων ἀναπνοῆς, ἐπικατέσκηψεν ἡ νόσος αὕτη, “πρᾶγμα φόβου τε παντὸς φοβερώτερον ἐκείνοις, καὶ “συμφορᾶς ἡστινοσοῦν σχετλιώτερον, καὶ ὡς ἴδιός “τις αὐτῶν ἀπήγγειλε συγγραφεὺς, πρᾶγμα μόνον “δὴ τῆς πάντων ἐλπίδος κρεῖσσον γενόμενον· ἡμῖν “δὲ οὐ τοιοῦτο μὲν, γυμνάσιον δὲ καὶ δοκίμιον οὐ- “δενὸς τῶν ἄλλων ἔλαττον. ἀπέσχετο μὲν γὰρ οὐδὲ “ἡμῶν, πολλὴ δὲ ἐξῆλθεν εἰς τὰ ἔθνη. “