Ancient Greek · ~8 min
22.2 to 22.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 22.2-8
Not analysed yet
τότε μὲν οὖν ἀπολογησάμενον αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι τὸν ἀπό στόλον 5 δεύτερον δ’ ἐπιβάντα τῇ αὐτῇ πόλει τῷ κατ’ αὐτὸν τελειωθῆναι μαρτυρίῳ. έν ᾡ δεσμοῖς ἐχόμενος τὴν πρὸς Τιμόθεον δευτέραν ἐπιστολὴν συντάττει ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ γενομένη ἀπολογίαν καὶ τὴν παρὰ πόδας τελείωσιν. δέχου δὴ καὶ τούτων τἀς αὐτοῦ μαρτυρίας· “ἐν τῇ πρώτῃ μου, φησὶν, ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον ,μὴ αὐτοῖς λογισθείη), ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσι πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λἐοντος.’’ σαφῶς δὴ παρίστησι διὰ τούτων ὅτι δὴ τὸ πρότερον, ὅπως ἂν τὸ κήρυγμα τὸ δι’ αὐτοῦ πληρωθείη, ἐρρύσθη ἐκ στόματος λέοντος, (τὸν Νέρωνα ταύτῃ, ὡς ἔοικε, διὰ τὸ ὠμόθυμον προσειπών). οὐκ οὖν ἐξῆς προστέθεικε παραπλήσιόν τι τῷ “ῥύσεταί με ἐκ στόματος λἐοντος.’’ ἑώρα γὰρ τῷ πνεύματι τὴν ὅσον οὔπω μέλλουσαν αὐτοῦ τελευτήν. διό φησιν ἐπιλέγων τῷ ‘καὶ ἐρρύσθην ἐκ στόματος λέοντος’’ τὸ “ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ ,καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον,’ σημαίνων τὸ παραυτίκα μαρτύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προλέγει γραφῇ φάσκων “ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. “νῦν μὲν οὖν ἐπὶ τῆς δευτέρας ἐπιστολῆς τῶν πρὸς Τιμό- θεον τὸν Λοῦκαν μόνον γράφοντι αὐτῷ συνεῖναι δηλοῖ, κατὰ δὲ τὴν προτέραν ἀπολογίαν οὐδὲ τοῦτον ὅθεν εἰκότως τὰς τῶν ἀποστόλων πράξεις ἐπ’ ἐκεῖνον ὁ Λουκᾶς περιέγραψε τὸν χρόνον, τὴν μέχρις ὅτε τῷ Παύλῳ συνῆν ἱστορίαν ὑφηγησάμενος. ταῦτα δὲ ἡμῖν εἴρηται παρισταμένοις ὅτι μὴ καθ’ ἣν ὁ Λουκᾶς ἀνέγραψεν ἐπὶ τῆς Ῥώμης ἐπιδημίαν τοῦ Παύλου τὸ μαρτύριον αὐτῷ συνεπεράνθη. εἰκός γέ τοι κατὰ μὲν ἀρχὰς ἠπιώτερον τοῦ Νέρωνος διακειμένου ῥᾷον τὴν ὑπὲρ τοῦ δόγματος τοῦ Παύλου καταδεχθῆναι ἀπολογίαν, προελθόντος δὲ εἰς ἀθεμίτους τόλμας μετὰ τῶν ἄλλων καὶ τὰ κατὰ τῶν ἀποστόλων ἐπιχειρῆσαι.