Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.10
Not analysed yet
πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων ἦν “θόρυβος τῶν Ἰουδαίων καὶ γραμματέων καὶ Φαρι- “σαίων λεγόντων ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν “τὸν Χριστὸν προσδοκᾶν. ἔλεγον οὖν συνελθόντες “τῷ Ἰακώβῳ· παρακαλοῦμέν σε, ἐπίσχες τὸν “ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ Χρι- “στοῦ. παρακαλοῦμέν σε πεῖσαι πάντας τοὺς ἐλθόν “τας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ “πάντες πειθόμεθα. ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ “πᾶς ὁ λαὸς ὅτι δίκαιος εἶ καὶ ὅτι πρόσωπον οὐ λαμ- “βάνεις.