Ancient Greek · ~7 min
23.3 to 23.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.3-9
Not analysed yet
τὸν δὲ τῆς τοῦ Ἰακώβου τελευτῆς τρόπον ἤδη μὲν πρότερον αἱ παρατεθεῖσαι τοῦ Κλήμεντος φωναὶ δεδηλώκασιν, ἀπὸ τοῦ πτερυγίου βεβλῆσθαι ξύλῳ τε τὴν πρὸς θάνατον πεπλῆχθαι αὐτὸν ἱστορηκότος. ἀκριβέστατά γε μὴν τὰ κατ᾿ αὐτὸν ὁ Ἡγήσιππος, ἐπὶ τῆς πρώτης τῶν ἀποστόλων γενόμενος διαδοχῆς, ἐν τῷ πέμπτῳ αὐτοῦ ὑπομνήματι τοῦτον λέγων ἱστορεῖ τὸν τρόπον “δια- “δὲ τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων ὁ “ἀδελφὸς τοῦ κυρίου Ἰάκωβος ,ὁ ὀνομασθεὶς ὑπὸ “πάντων δίκαιος ἀπὸ τῶν τοῦ κυρίου χρόνων μέχρι “καὶ ἡμῶν· ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο. οὗτος “δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. οἶνον καὶ σί- “κερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγε. ξυρὸν ἐπὶ “τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλείψατο, “καὶ βαλανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν “εἰς τὰ ἅγια εἰσιέναι. οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ “σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναὸν, ηὑρί- “κετό τε κείμενος ἐπὶ τοῖς γόνασι, καὶ αἰτούμενος “ὑπὲρ τοῦ λαοῦ ἄφεσιν, ὡς ἀπεσκληκέναι τὰ γόνατα “αὐτοῦ δίκην καμήλου, διὰ τὸ ἀεὶ κάμπτειν προσκυ- “νοῦντα τῷ θεῷ τὰ γόνατα καὶ αἰτεῖσθαι ἄφεσιν τῷ “λαῷ. διά γέ τοι τὴν ὑπερβολὴν τῆς δικαιοσύνης “αὐτοῦ ἐκαλεῖτο δίκαιος καὶ ὠβλίας, ὅ ἐστιν Ἑλλη “νιστὶ περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη, ὡς οἱ προ- “φῆται δηλοῦσι περὶ αὐτοῦ. τινὲς οὖν τῶν ἑπτὰ “αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν προγεγραμμένων μοι “ἐν τοῖς ὑπομνήμασιν, ἐπυνθάνοντο αὐτοῦ τίς ἡ θύρα “τοῦ Ἰησοῦ. καὶ ἔλεγε τοῦτον εἶναι τὸν σωτῆρα. ἐξ “ὧν τινες ἐπίστευσαν ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός. αἱ “αἱρέσεις αἱ προειρημέναι οὐκ ἐπίστευον οὔτε ἀνά- “οὔτε ἐρχόμενον ἀποδοῦν· αι ἑκάστῳ κατὰ τὰ “ἔργα αὐτοῦ. ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. “