Ancient Greek · ~5 min
23.14 to 23.18
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.14-18
Not analysed yet
καταρρηζάμε- “νος οὖν τὴν ἐσθῆτα ὁ ἀπόστολος, καὶ μετὰ μεγάλης “οἰμωγῆς πληξάμενος τὴν κεφαλὴν, καλόν γε, ἔφη, “φύλακα τῆς τἀδελφοῦ ψυχῆς κατέλιπον. ἀλλ᾿ ἵππος “ἤδη μοι παρέστω, καὶ ἡγεμὼν γινέσθω μοί τις τῆς “ὁδοῦ. ἤλαυνεν, ὥσπερ εἶχεν, αὐτόθεν ἀπὸ τῆς ἐκ- “κλησίας. ἐλθὼν δὲ εἰς τὸ χωρίον ὑπὸ τῆς προ- “φυλακῆς τῶν λῃστῶν ἁλίσκεται, μήτε φεύγων μήτε “παραιτούμενος, ἀλλὰ βοῶν, ἐπὶ τοῦτ᾿ ἐλήλυθα, ἐπὶ “τὸν ἄρχοντα ὑμῶν ἀγάγετέ με. ὃς τέως, ὥσπερ “ὥπλιστο, ἀνέμενεν, ὡς δὲ προσιόντα ἐγνώρισε τὸν “Ἰωάννην, εἰς φυγὴν αἰδεσθεὶς ἐτράπετο. ὁ δὲ ἐδί- “ωκεν ἀνὰ κράτος, ἐπιλαθόμενος τῆς ἡλικίας τῆς ἑαυ- “τοῦ, κεκραγὼς, τί με φεύγεις, τέκνον, τὸν σαυ- “τοῦ πατέρα, τὸν γυμνὸν, τὸν γέροντα; ἐλέησόν με, “τέκνον, μὴ φοβοῦ. ἔχεις ἔτι ζωῆς ἐλπίδα. ἐγὼ “Χριστῷ λόγον δώσω ὑπὲρ σοῦ, ἂν δέῃ, τὸν σὸν θά- “νατον ἑκὼν ὑπομενῶ, ὡς ὁ κύριος τὸν ὑπὲρ ἡμῶν. “ὑπὲρ σοῦ τὴν ψυχὴν ἀντιδώσω τὴν ἐμήν. στῆθι, “πίστευσον, Χριστός με ἀπέστειλεν. ὁ δὲ ἀκού- “σας πρῶτον μὲν ἔστη κάτω βλέπων, εἶτα ἔρριψε τὰ “ὅπλα, εἶτα τρέμων ἔκλαιε πικρῶς. προσελθόντα δὲ “τὸν γέροντα περιέλαβεν, ἀπολογούμενος ταῖς οἰμω- “γαῖς ὡς ἐδύνατο καὶ τοῖς δάκρυσι βαπτιζόμενος ἐκ “δευτέρου, μόνην ἀποκρύπτων τὴν δεξιάν.