Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.19-2
Not analysed yet
ὁ δ᾿ “ἐγγυώμενος, ἐπομνύμενος, ὡς ἄφεσιν αὐτῷ παρὰ “τοῦ σωτῆρος ηὕρηται, δεόμενος, γονυπετῶν, αὐτὴν “τὴν δεξιὰν ὡς ὑπὸ τῆς μετανοίας κεκαθαρμένην κα- “ταφιλῶν, ἐπὶ τὴν ἐκκλησίαν ἐπανήγαγε, καὶ δαψι- “λέσι μὲν εὐχαῖς ἐξαιτούμενος, συνεχέσι δὲ νηστείαις “συναγωνιζόμενος, ποικίλαις δὲ σειρῆσι λόγων κατε- “πᾴδων αὐτοῦ τὴν γνώμην οὐ πρότερον ἀπῆλθεν, ὥς “φασι, πρὶν αὐτὸν ἀποκατέστησε τῇ ἐκκλησίᾳ, διδοὺς “μέγα παράδειγμα μετανοίας ἀληθινῆς καὶ μέγα γνώ- “ρισμα παλιγγενεσίας, τρόπαιον ἀναστάσεως βλεπο- “μένη.”