Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.18
Not analysed yet
καὶ λαβών τις ἀπ’ αὐτῶν εἷς τῶν “γναφέων τὸ ξύλον, ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε “κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύ- “ρησεν. καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ “ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. ‘μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγέ- “νηται ὅτι Ἰησοῦς ὁ Χριστός ἐστιν. καὶ εὐθὺς Οὐε- “σπασιανὸς πολιορκεῖ αὐτούς. ”