Ancient Greek · ~3 min
23.19 to 23.20
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.19-20
Not analysed yet
ταῦτα διὰ πλάτους συνῳδὰ τῷ Κλήμεντι καὶ ὁ Ἡγήσιππος. οὕτω δὲ ἄρα θαυμάσιός τις ἦν καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν ἐπὶ δικαιοσύνῃ βεβόητο ὁ Ἰάκωβος ὡς καὶ τοὺς Ἰουδαίων ἔμφρονας δοξάζειν ταύτην εἶναι τὴν αἰτίαν τῆς παρα- χρῆμα μετὰ τὸ μαρτύριον αὐτοῦ πολιορκίας τῆς Ἱερουσαλὴμ, ἣν δι’ οὐδὲν ἕτερον αὐτοῖς συμβῆναι ἢ διὰ τὸ κατ’ αὐτοῦ τολμηθὲν ἄγος. ἀμέλει γέ τοι καὶ ὁ Ἰώσηπος οὐκ ἀπώκνησε καὶ τοῦτ’ ἐγγράφως ἐπιμαρτύρασθαι δι’ ὧν φησι λέξεων “ταῦτα δὲ συμβέβηκεν “Ἰουδαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου ,ὃς ‘ἦν ἀδελφὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, ἐπειδήπερ δικαιότατον αὐτὸν ὄντα οἱ Ἰουδαῖοι ἀπέκτειναν.”