Ancient Greek
ΛΟΓΟΣ Β., Chapter 23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.2
Not analysed yet
εἰς μέσον αὐτὸν ἀγαγόντες ἄρνησιν τῆς εἰς τὸν Χριστὸν πίστεως ἐπὶ παντὸς ἐζήτουν τοῦ λαοῦ. τοῦ δὲ παρὰ τὴν ἁπάντων γνώμην ἐλευθέρᾳ φωνῇ καὶ μᾶλλον ἢ προσεδόκησαν ἐπὶ τῆς πληθύος ἀπάσης παρρησιασαμένου, καὶ ὁμολογήσαντος υἱὸν εἶναι τοῦ θεοῦ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν, μηκέθ᾿ οἷοί τε τὴν τοῦ ἀνδρὸς μαρτυρίαν φέρειν, τῷ καὶ δικαιότατον αὐτὸν παρὰ τοῖς πᾶσι δι᾿ ἀκρότητα ἧς μετῄει κατὰ τὸν βίον φιλοσοφίας τε καὶ θεοσεβείας πιστεύεσθαι, κτείνουσι, καιρὸν εἰς ἐξουσίαυ λαβόντες τὴν ἀναρχίαν, ὅτι δὴ τοῦ Φήστου κατ᾿ αὐτὸ τοῦ καιροῦ ἐπὶ τῆς Ἰουδαίας τελευτήσαντος ἄναρχα καὶ ἀνεπιτρόπευτα τὰ τῆς αὐτόθι διοικήσεως καθειστήκει.