Ancient Greek · ~2 min
24.1 to 24.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.1-2-2
Not analysed yet
[Nic. H. E. II, 45] Ταῦτα τοῦ Κλήμεντος, ἱστορίας ὁμοῦ καὶ ὠφελείας τῆς τῶν ἐντευξομένων ἕνεκεν, ἐνταῦθά μοι κείσθω. φέρε δὲ καὶ τοῦδε τοῦ ἀποστόλου τὰς ἀναντιρρήτους ἐπισημηνώμεθα γραφάς. καὶ δὴ τὸ κατ᾿ αὐτὸν εὐαγγέλιον ταῖς ὑπὸ τὸν οὐρανὸν διεγνωσμένον ἐκκλησίαις πρῶτον ἀνωμολογήσθω. ὅτι γε μὴν εὐλόγως πρὸς τῶν ἀρχαίων ἐν τετάρτῃ μοίρᾳ τῶν ἄλλων τριῶν κατείλεκται, ταύτῃ ἂν γένοιτο δῆλον.