Ancient Greek · ~3 min
24.1 to 24.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.1-5-3
Not analysed yet
[Nic. H. E. VI, 21] Ἐπὶ τούτοις πᾶσι σπουδάζεται αὐτῷ καὶ τὰ περὶ ἐπαγγελιῶν δύο συγγράμματα. ἡ δ᾿ ὑπόθεσις αὐτῷ Νέπως ἦν, ἐπίσκοπος τῶν κατ᾿ Αἴγυπτον, Ἰουδαϊκώτερον τὰς ἐπηγγελμένας τοῖς ἁγίοις ἐν ταῖς θείαις γραφαῖς ἐπαγγε- λίας ἀποδοθήσεσθαι διδάσκων, καί τινα χιλιάδα ἐτῶν τρυφῆς σωματικῆς ἐπὶ τῆς ξηρᾶς ταύτης ἔσεσθαι ὑποτιθέμενος. δόξας γοῦν οὗτος ἐκ τῆς Ἀποκαλύψεως Ἰωάννου τὴν ἰδίαν κρατύνειν ὑπόληψιν, “ἔλεγχον ἀλληγοριστῶν” λόγον τινὰ περὶ τούτου συντάξας ἐπέγραψε. πρὸς ὃν ὁ Διονύσιος ἐν τοῖς περὶ ἐπαγγελιῶν ἐνίσταται, διὰ μὲν τοῦ προτέρου τὴν αὑτοῦ γνώμην ἣν εἶχε περὶ τοῦ δόγματος παρατιθέμενος, διὰ δὲ τοῦ δευτέρου περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου διαλαμβάνων, ἔνθα τοῦ Νέπωτος κατὰ τὴν ἀρχὴν μνημονεύσας ταῦτα περὶ αὐτοῦ γράφει