Ancient Greek · ~2 min
23.3 to 23.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.3-3-4
Not analysed yet
καὶ οἷον ἀποθεμένη τὸ γῆρας ἡ βασι- “λεία, καὶ τὴν προοῦσαν ἀνακαθηραμένη κακίαν, “ἀκμαιότερον νῦν ἐπανθεῖ, καὶ πορρώτερον ὁρᾶται “καὶ ἀκούεται καὶ διαφοιτᾷ πανταχοῦ.” εἶθ᾿ ἑξῆς καὶ τὸν χρόνον, καθ᾿ ὃν ταῦτ᾿ ἔγραφε, διὰ τούτων σημαίνει “καί μοι πάλιν τὰς ἡμέρας τῶν βασιλικῶν “ἐτῶν ἔπεισι σκοπεῖν. ὁρῶ γὰρ, ὡς ὀνομασθέντες “μὲν οἱ ἀσεβέστατοι μετ᾿ οὐ πολὺ γεγόνασιν ἀνώνυ- “μοι, ὁ δὲ ὁσιώτερος καὶ φιλοθεώτερος ὑπερβὰς τὴν “ἑπταετηρίδα νῦν ἐνιαυτὸν ἔνατον διανύει, ἐν ᾧ “ἡμεϊς ἑορτάσωμεν.”