Ancient Greek · ~4 min
24.4 to 24.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.4-6
Not analysed yet
καὶ τοῦτ᾿ ἔπραττον ἅτε μείζονι καὶ ὑπὲρ ἄνθρωπον ἐξυπηρετούμενοι διακονίᾳ. ὁ γοῦν Παῦλος πάντων ἐν παρασκευῇ λόγων δυνατώτατος νοήμασί τε ἱκανώτατος γεγονὼς, οὐ πλέον τῶν βραχυτάτων ἐπιστολῶν γραφῇ παρα δέδωκε, καίτοι μυρία γε καὶ ἀπόρρητα λέγειν ἔχων, ἅτε τῶν μέχρις οὐρανοῦ τρίτου θεωρημάτων ἐπιψαύσας, ἐπ᾿ αὐτόν τε τὸν θεοπρεπῆ παράδεισον ἀναρ- πασθεὶς καὶ τῶν ἐκεῖσε ῥημάτων ἀρρήτων ἀξιωθεὶς ἐπακοῦσαι. οὐκ ἄπειροι μὲν οὖν ὑπῆρχον τῶν αὐτῶν καὶ οἶ λοιποὶ τοῦ σωτῆρος ἡμῶν φοιτηταὶ, δώδεκα μὲν ἀπόστολοι, ἑβδομήκοντα δὲ μαθηταὶ, ἄλλοι τε ἐπὶ τούτοις μυρίοι. ὅμως δ’ οὖν ἐξ ἀπάντων τῶν τοῦ κυρίου διατριβῶν ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης μόνοι καταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὴν γραφὴν ἐλθεῖν κατέχει λόγος. Ματθαῖος μὲν γὰρ πρότερον Ἑβραίοις κηρύξας, ὡς ἤμελλεν καὶ ἐφ’ ἑτέρους ἰέναι, πατρίῳ γλώττῃ γραφῆ παραδοὺς τὸ κατ’ αὐτὸν εὐαγγέλιον τὸ λεῖπον τῇ αὐτοῦ παρουσίᾳ τούτοις, ἀφ’ ὧν ἐστέλλετο, διὰ τῆς γραφῆς ἀπεπλήρου.