Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 24
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.7
Not analysed yet
ἤδη δὲ Μάρκου καὶ Λουκᾶ τῶν κατ’ αὐτοὺς εὐαγγελίων τὴν ἔκδοσιν πεποιημένων Ἰωάννην φασὶ, τὸν πάντα χρόνον ἀγράφῳ κεχρημένον κηρύγματι, τέλος καὶ ἐπὶ τὴν γραφὴν ἐλθεῖν τοιᾶσδε χάριν αἰτίας. τῶν προαναγραφέντων τριῶν εἰς πάντας ἤδη καὶ εἰς αὐτὸν διαδεδομένων ἀποδέξασθαι μέν φασιν ἀλήθειαν αὐτοῖς ἐπιμαρτυρήσαντα, μόνην δὲ ἄρα λείπεσθαι τῇ γραφῇ τὴν περὶ τῶν ἐν πρώτοις καὶ κατ’ ἀρχὴν τοῦ κηρύγματος ὑπὸ τοῦ Χριστοῦ πεπραγμένων διήγησιν.