Ancient Greek · ~3 min
ΛΟΓΟΣ Ζ., Chapter 24
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.5
Not analysed yet
καὶ πρὸς μὲν παρόντα καὶ ψιλῷ λόγῳ δογματίζοντα αὐτάρκης ἦν ἂν ἡ ἄγραφος ὁμιλία, δι’ ἐρωτήσεως καὶ ἀποκρίσεως πείθουσα καὶ συμβιβά- ζουσα τοὺς ἀντιδιατιθεμένους· γραφῆς δὲ ἐκκειμένης, ὡς δοκεῖ τισὶ, πιθανωτάτης, καί τινων διδασκάλων τὸν μὲν νόμον καὶ τοὺς προφήτας τὸ μηδὲν “ἡγουμένων, καὶ τὸ τοῖς εὐαγγελίοις ἕπεσθαι παρέντων, καὶ τὰς τῶν ἀποστόλων ἐπιστολὰς ἐκφαυλισάντων, τὴν δὲ τοῦ συγγράμματος τούτου διδασκαλίαν “ὡς μέγα δή τι καὶ κεκρυμμένον μυστήριον κατεπαγ- “γελλομένων, καὶ τοὺς ἁπλουστέρους ἀδελφοὺς ἡμῶν “οὐδὲν ἐώντων ὑψηλὸν καὶ μεγαλεῖον φρονεῖν οὔτε “περὶ τῆς ἐνδόξου καὶ ἀληθῶς ἐνθέου τοῦ κυρίο “ἡμῶν ἐπιφανείας, οὔτε τῆς ἡμετέρας ἐκ νεκρῶν “ἀναστάσεως καὶ τῆς πρὸς αὐτὸν ἐπισυναγωγῆς καὶ “ὁμοιώσεως, ἀλλὰ μικρὰ καὶ θνητὰ καὶ οἷα τὰ νῦν ἐλπί- “ζεῖν ἀναπειθόντων ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ἀναγκαῖο “καὶ ἡμᾶς ὡς πρὸς παρόντα τὸν ἀδελφὸν ἡμῶν δια- “λεχθῆναι Νέπωτα.”