Ancient Greek · ~2 min
24.6 to 24.7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.6-2-7
Not analysed yet
τούτοις μεθ᾿ ἕτερα ἐπιφέρει λέγων “ἐν μὲν οὖν τῷ Ἀρσινοΐτῃ γενόμενος, ἔνθα, “ὡς οἶδας, πρὸ πολλοῦ τοῦτο ἐπεπόλαζε τὸ δόγμα, “ὡς καὶ σχίσματα καὶ ἀποστασίας ὅλων ἐκκλησιῶν “γεγονέναι, συγκαλέσας τοὺς πρεσβυτέρους καὶ δι- “δασκάλους τῶν ἐν ταῖς κώμαις ἀδελφῶν, παρόντων “καὶ τῶν βουλομένων ἀδελφῶν, δημοσίᾳ τὴν ἐξέτα- “σιν ποιήσασθαι τοῦ λόγου προετρεψάμην. καὶ “τοῦτό μοι προσαγόντων τὸ βιβλίον ὥς τι ὅπλον καὶ “τεϊχος ἀκαταμάχητον, συγκαθεσθεὶς αὐτοῖς τριῶν “ἑξῆς ἡμερῶν ἐξ ἕω μέχρις ἑσπέρας, διευθύνειν ἐπει- “ράθην τὰ γεγραμμένα.