Ancient Greek · ~3 min
24.8 to 24.10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.8-10
Not analysed yet
καὶ ἀληθής γε ὁ λόγος. τοὺς ἄλλους γοῦν τρεῖς εὐαγγελιστὰς συνιδεῖν πάρεστι μόνα τὰ μετὰ τὴν ἐν τῷ δεσμωτηρίῳ Ἰωάννου τοῦ βαπτιστοῦ κάθειρξιν ἐφ’ ἔνα ἐνιαυτὸν πεπραγμένα τῷ σωτῆρι συγγεγραφότας, αὐτό τε τοῦτ’ ἐπισημηναμένους κατ’ ἀρχὰς τῆς αὐτῶν ἱστορίας. μετὰ γοῦν τὴν τεσσαρακονταήμερον νηστείαν καὶ τὸν ἐπ’ αὐτῇ πειρασμὸν τὸν χρόνον τῆς ἰδίας γραφῆς ὁ μὲν Ματθαῖος δηλοῖ λέγων “ἀκούσας δὲ ὅτι Ἰωάννης πα- “ρεδόθη ἀνεχώρησεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν “λιλαίαν.” ὁ δὲ Μάρκος ὡσαύτως “μετὰ δὲ τὸ “παραδοθῆναι” φησὶν “Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς “τὴν Γαλιλαίαν.” καὶ ὁ Λουκᾶς δὲ, πρὶν ἄρξασθαι τῶν τοῦ Ἰησοῦ πράξεων, παραπλησίως ἐπιτηρεῖ φάσκων ὡς ἄρα προσθεὶς Ἡρώδης οἷς διεπράξατο πονηροῖς κατέκλεισε τὸν Ἰωάννην ἐν φυλακῇ.