Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 24
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 24.8-2
Not analysed yet
ἔνθα καὶ τὸ εὐσταθὲς “καὶ τὸ φιλάληθες καὶ τὸ εὐπαρακολούθητον καὶ “συνετὸν ὑπερηγάσθην τῶν ἀδελφῶν, ὡς ἐν τάξει “καὶ μετ᾿ ἐπιεικείας τὰς ἐρωτήσεις καὶ τὰς ἐπαπορή- “σεις καὶ τὰς συγκαταθέσεις ἐποιούμεθα, τὸ μὲν ἐκ “παντὸς τρόπου φιλονείκως τῶν ἅπαξ δοξάντων πε- “ριέχεσθαι, εἰ καὶ μὴ φαίνοιντο ὀρθῶς ἔχοντα, παρ- “αιτησάμενοι, μήτε δὲ τὰς ἀντιλογίας ὑποστελλόμενοι, “ἀλλ᾿ εἰς ὅσον οἷόν τε τῶν προκειμένων ἐπιβατεύειν “καὶ κρατύνειν αὐτὰ πειρώμενοι, μήτε, εἰ λόγος αἱ- “ρεῖ, μεταπείθεσθαι καὶ συνομολογεῖν αἰδούμενοι, “ἀλλ᾿ εὐσυνειδήτως καὶ ἀνυποκρίτως καὶ ταῖς καρ- “δίαις πρὸς τὸν θεὸν ἡπλωμέναις τὰ ταῖς ἀποδείξεσι ‘καὶ διδασκαλίαις τῶν ἁγίων γραφῶν “καταδεχόμενοι.