Ancient Greek · ~7 min
25.1 to 25.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.1-6-6
Not analysed yet
[Nic. H. E. VI, 22-23] Εἶθ’ ἐξῆς ὑποβὰς περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου ταῦτά φησι· τινὲς μὲν οὖν τῶν πρὸ ἡμῶν ἠθέτησαν καὶ ἀνεσκεύασαν πάντη τὸ βιβλίον, καθ’ ἕκαστον κεφάλαιον διευθύνοντες ἄγνωστόν τε καὶ ἀσυλλόγιστον ἀποφαίνοντες, ψεύδεσθαί τε τὴν ἐπιγραφήν. Ἰωάννου γὰρ οὐκ εἶναι λέγουσιν· ἀλλ’ οὐδ’ ἀποκάλυψιν εἷναι, τὴν σφοδρῷ καὶ παχεῖ κεκαλυμμένην τῷ τῆς ἀγνοίας παραπετάσματι· καὶ οὐχ ὅπως τῶν ἀποστόλων τινὰ, ἀλλ’ οὐδ’ ὅλως τῶν ἁγίων ἢ τῶν ἀπὸ τῆς ἐκκλησίας τούτου γεγονέναι ποιητὴν τοῦ συγγράμματος, Κήρινθον δὲ τὸν καὶ τὴν ἀπ’ ἐκείνου κληθεῖσαν Κηρινθιανὴν συστησάμενον αἵρεσιν, ἀξιόπιστον ἐπιφημίσαι θελήσαντα τῷ ἑαυτοῦ πλάσματι ὄνομα. τοῦτο γὰρ εἶναι τῆς διδα- ‘σκαλίας αὐτοῦ τὸ δόγμα, ἐπίγειον ἔσεσθαι τὴν τοῦ Χριστοῦ βασιλείαν, καὶ ὧν αὐτὸς ὠρέγετο φιλοσώματος ὢν καὶ πάνυ σαρκικὸς, ἐν τούτοις ὀνειροπολεῖν ἔσεσθαι, γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα πλησμοναῖς, τουτέστι σιτίοις καὶ ποτοῖς καὶ γάμοις, καὶ δι’ ὧν εὐφημότερον ταῦτα ᾠήθη ποριεῖσθαι, “ἑορταῖς καὶ θυσίαις καὶ ἱερείων σφαγαῖς. ἐγὼ “δὲ ἀθετῆσαι μὲν οὐκ ἂν τολμήσαιμι τὸ βιβλίον, “πολλῶν αὐτὸ διὰ σπουδῆς ἐχόντων ἀδελφῶν, μεί- “ζονα δὲ τῆς ἐμαυτοῦ φρονήσεως τὴν ὑπόληψιν τὴν “περὶ αὐτοῦ λαμβάνων, κεκρυμμένην εἶναί τινα καὶ “θαυμασιωτέραν τὴν καθ’ ἕκαστον ἐκδοχὴν ὑπολαμ- “βάνω. καὶ γὰρ εἰ μὴ συνίημι, ἀλλ’ ὑπονοῶ γε νοῦν “τινὰ βαθύτερον ἐγκεῖσθαι τοῖς ῥήμασιν. οὐκ “ἰδίῳ ταῦτα μετρῶν καὶ κρίνων λογισμῷ, πίστει δὲ “τὸ πλέον νέμων, ὑψηλότερα ἢ ὑπ’ ἐμοῦ καταληφθῆ- “ναι νενόμικα, καὶ οὐκ ἀποδοκιμάζω ταῦτα, ἃ μὴ “συνεώρακα, θαυμάζω δὲ μᾶλλον ὅτι μὴ καὶ εἶδον.’’ ἐπὶ τούτοις τὴν ὅλην τῆς Ἀποκαλύψεως βασανίσας γραφὴν, ἀδύνατον δὲ αὐτὴν κατὰ τὴν πρόχειρον ἀποδείξας νοεῖσθαι διάνοιαν, ἐπιφέρει λέγων “συν- “τελέσας δὴ πᾶσαν ὡς εἰπεῖν τὴν προφητείαν, μα- “καρίζει ὁ προφήτης τούς τε φυλάσσοντας αὐτὴν “καὶ δὴ καὶ ἑαυτόν. μακάριος γὰρ, φησὶν, ὁ τηρῶν “τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, “κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα.