Ancient Greek · ~2 min
25.7 to 25.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.7-2-8
Not analysed yet
κα- ῾λεῖσθαι μὲν οὖν αὐτὸν Ἰωάννην, καὶ εἶναι τὴν γρα- “φὴν Ἰωάννου ταύτην, οὐκ ἀντερῶ. ἁγίου μὲν γὰρ “εἶναί τινος καὶ θεοπνεύστου συναινῶ, οὐ μὴν ῥᾳ- “δίως ἂν συνθείμην τοῦτον εἶναι τὸν ἀπόστολον, τὸν “υἱὸν Ζεβεδαίου, τὸν ἀδελφὸν Ἰακώβου, οὗ τὸ εὐ- “αγγέλιον τὸ κατὰ Ἰωάννην ἐπιγεγραμμένον καὶ ἡ “ἐπιστολὴ ἡ καθολική. τεκμαίρομαι γὰρ ἔκ τε “τοῦ ἤθους ἐκατέρων καὶ τοῦ τῶν λόγων εἴδους, “καὶ τῆς τοῦ βιβλίου διεξαγωγῆς λεγομένης, μὴ τὸν “αὐτὸν εἶναι. ὁ μὲν γὰρ εὐαγγελιστὴς οὐδαμοῦ τὸ “ὄνομα αὐτοῦ παρεγγράφει, οὐδὲ κηρύσσει ἑαυτὸν, “οὔτε διὰ τοῦ εὐαγγελίου οὔτε διὰ τῆς ἐπιστολῆς.’’