Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 25
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.11
Not analysed yet
ἔτι πρὸς τούτοις περὶ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς ἐν ταῖς εἰς αὐτὴν ὁμιλίαις ταῦτα διαλαμβάνει “ὅτι ὁ χαρακτὴρ τῆς λέξεως τῆς πρὸς Ἑβραίους ἐπι- “γεγραμμένης ἐπιστολῆς οὐκ ἔχει τὸ ἐν λόγῳ ἰδιω- “τικὸν τοῦ ἀποστόλου, ὁμολογήσαντος ἑαυτὸν ἰδιώτην ‘εἶναι τό λόγῳ, τουτέστι τῇ φράσει, ἀλλά ἐστιν ἡ “ἐπιστολὴ συνθέσει τῆς λέξεως Ἑλληνικωτέρα, πᾶς ὁ “ἐπιστάμενος κρίνειν φράσεων διαφορὰς ὁμολογήσαι “ἄν.