Ancient Greek · ~7 min
25.3 to 25.10
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.3-2-10
Not analysed yet
ταῦτα μὲν οὖν ἐν τῷ προειρημένῳ τίθησι συγγράμματι· ἐν δὲ τῷ πρώτῳ τῶν εἰς τὸ κατὰ Ματθαῖον, τὸν ἐκκλησιαστικὸν φυλάττων κανόνα, μόνα τέσσαρα εἰδέναι εὐαγγέλια μαρτύρεται, ὧδέ πως γράφων “ὡς ἐν παραδόσει μαθὼν περὶ “τῶν τεσσάρων εὐαγγελίων, ἃ καὶ μόνα ἀναντίρρητά “ἐστιν ἐν τῇ ὑπὸ τὸν οὐρανὸν ἐκκλησίᾳ τοῦ θεοῦ, “ὅτι πρῶτον μὲν γέγραπται τὸ κατὰ τόν ποτε ῾νην, ὕστερον δὲ ἀπόστολον Ἰησοῦ Χριστοῦ Ματ- “θαῖον, ἐκδεδωκότα αὐτὸ τοῖς ἀπὸ Ἰουδαϊσμοῦ πι- “στεύσασι, γράμμασιν Ἑβραϊκοῖς συντεταγμένον· “δεύτερον δὲ τὸ κατὰ Μάρκον, ὡς Πέτρος “σατο αὐτῷ, ποιήσαντα, ὃν καὶ υἱὸν ἐν τῇ “ἐπιστολῇ διὰ τούτων ὡμολόγησε φάσκων ἀσπάζεται “ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός “μου᾿. καὶ τρίτον τὸ κατὰ Λουκᾶν, τὸ ὑπὸ Παῦλον ‘ἐπαινούμενον εὐαγγέλιον, τοῖς ἀπὸ τῶν ἐθνῶν πε- ‘ποιηκότα· ἐπὶ πᾶσι τὸ κατὰ Ἰωάννην.” καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν ὁ αὐτὸς ταῦτα περὶ τῶν ἐπιστολῶν τῶν ἀποστόλων φησίν· “ὁ δὲ ἱκανωθεὶς διάκονος γεγενῆσθαι “διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος, “Παῦλος, ὁ πεπληρωκὼς τὸ εὐαγγέλιον ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, οὐδὲ πάσαις “ἔγραψεν αἷς ἐδίδαξεν ἐκκλησίαις, ἀλλὰ καὶ αἷς ἔγρα- “ψεν, ὀλίγους στίχους ἐπέστειλε. Πέτρος δὲ, “ᾧ οἰκοδομεῖται ἡ Χριστοῦ ἐκκλησία, οὐ κατισχύσουσι, μίαν ἐπιστολὴν ὁμολογουμένην “καταλέλοιπεν, ἔστω δὲ καὶ δευτέραν· ἀμφιβάλλεται “γάρ. τί δεῖ περὶ τοῦ ἀναπεσόντος ἐπὶ τὸ “λέγειν τοῦ Ἰησοῦ, Ἰωάννου, ὃς εὐαγγέλιον ἓν κατα- ‘λέλοιπεν, ὁμολογῶν δύνασθαι τοσαῦτα ποιήσειν ἃ “οὐδὲ ὁ κόσμος χωρῆσαι ἐδύνατο; ἔγραψε δὲ καὶ τὴν “Αποκάλυψιν, κελευσθεὶς σιωπῆσαι καὶ μὴ γράψαι “τὰς τῶν ἑπτὰ βροντῶν φωνάς. καταλέλοιπε καὶ “ἐπιστολὴν πάνυ ὀλίγων στίχων, ἔστω δὲ καὶ δευτέ- “ραν καὶ τρίτην· ἐπεὶ οὐ πάντες φασὶ γνησίους εἶναι “ταύτας· πλὴν οὐκ εἰσὶ στίχων ἀμφότεραι᾿