Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 25
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.11-2
Not analysed yet
ἀλλ’ οὐδὲ ἐν τῇ “δευτέρᾳ φερομένῃ Ἰωάννου καὶ τρίτη, καίτοι βραχείαις οὔσαις ἐπιστολαῖς, ὁ Ἰωάννης ὀνομαστὶ πρό- ’κειται, ἀλλὰ ἀνωνύμως ὁ πρεσβύτερος γέγραπται. “οὗτος δέ γε οὐδὲ αὔταρκες ἐνόμισεν, ἅπαξ ἑαυτὸν ὀνομάσας διηγεῖσθαι τὰ ἑξῆς, ἀλλὰ πάλιν ἀναλαμβάνει ῾ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ἐν ὑπομονῇ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ. · “καὶ δὴ καὶ πρὸς τῷ τέλει ταῦτα εἶπε ῾μακάριος ὁ “τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τού- “του· κἀγὼ Ἰωάννης ὁ βλέπων καὶ ἀκούων ταῦτα. “