Ancient Greek · ~3 min
25.12 to 25.14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.12-2-14
Not analysed yet
ὅτι μὲν οὖν Ἰωάννης ἐστὶν ὁ ταῦτα γράφων ‘αὐτῷ λέγοντι πιστευτέον· ποῖος δὲ οὗτος ἄδηλον. “οὐ γὰρ εἶπεν ἑαυτὸν εἷναι, ὡς ἐν τῷ εὐαγγελίῳ πολ- “λαχοῦ, τὸν ἠγαπημένον ὑπὸ τοῦ κυρίου μαθητὴν, “οὐδὲ τὸν ἀναπεσόντα ἐπὶ τὸ στῆθος αὐτοῦ, οὐδὲ τὸν ἀδελφὸν Ἰακώβου, οὐδὲ τὸν αὐτόπτην καὶ αὐ- “τήκοον τοῦ κυρίου γενόμενον. εἶπε γὰρ ἄν τι τούτων τῶν προδεδηλωμένων, σαφῶς ἑαυτὸν ἐμφα- “νίσαι βουλόμενος. ἀλλὰ τούτων μὲν οὐδὲν, ἀδελφὸν “δὲ ἡμῶν καὶ συγκοινωνὸν εἶπε καὶ μάρτυρα Ἰησοῦ “καὶ μακάριον ἐπὶ τῇ θέᾳ καὶ ἀκοῇ τῶν ἀποκαλύ- “ψεων. πολλοὺς δὲ ὁμωνύμους Ἰωάννῃ τῷ ἀπο- ῾στόλῳ νομίζω γεγονέναι, οἳ διὰ τὴν πρὸς ἐκεῖνον ‘ἀγάπην, καὶ τὸ θαυμάζειν καὶ ζηλοῦν, ἀγαπηθῆναί “τε ὁμοίως αὐτῷ βούλεσθαι ὑπὸ τοῦ κυρίου, καὶ τὴν “ἐπωνυμίαν τὴν αὐτὴν ἠσπάσαντο, ὥσπερ καὶ ὁ Παῦ- “λος πολὺς καὶ δὴ ὁ Πέτρος ἐν τοῖς τῶν πιστῶν παι- “σὶν ὀνομάζεται.