Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 25
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.18
Not analysed yet
συνᾴδουσι μὲν γὰρ ἀλλήλοις τὸ εὐαγγέλιον καὶ ἡ ἐπιστολὴ, ὁμοίως τε ἄρχονται. τὸ μέν φησιν· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἡ δὲ, ὃ ἦν ἀπ’ ἀρχῆς. τὸ μέν φησι· καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός· ἡ δὲ τὰ αὐτὰ σμικρῷ παρηλλαγμένα· ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη.