Ancient Greek · ~2 min
25.19 to 25.20
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 25.19-20
Not analysed yet
ταῦτα γὰρ προανακρούεται διατεινόμενος, ὡς ἐν τοῖς ἑξῆς ἐδήλωσε, πρὸς τοὺς οὐκ έν σαρκὶ φάσκοντας ἐληλυθέναι τὸν κύριον· διὸ καὶ συνῆψεν ἐπιμελῶς· καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἣν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν καὶ ὑμῖν. ἔχεται αὑτοῦ καὶ τῶν προθέσεων οὐκ ἀφίσταται, διὰ δὲ τῶν αὐτῶν κεφαλαίων καὶ ὀνομάτων πάντα διεξέρχεται, ὧν τινα μὲν ἡμεῖς συντόμως ὑπεμνήσαμεν.