Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 26
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 26.1-5
Not analysed yet
[Nic. H. E. V, 18] Ἔτος δ’ ἦν τοῦτο δέκατον τῆς δηλουμένης ἡγεμονίας, καθ’ ὃ τὴν ἀπ’ Ἀλεξανδρείας μετανάστασιν ἐπὶ τὴν Καισάρειαν ὁ Ὠριγένης ποιησάμενος, Ἡρακλᾷ τὸ τῆς κατηχήσεως τῶν αὐτόθι διδασκαλεῖον καταλείπει. οὐκ εἰς μακρὸν δὲ καὶ Δημήτριος ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπίσκοπος τελευτᾷ, ἐφ’ ὅλοις ἔτεσι τρισὶ καὶ τεσσαράκοντα τῇ λειτουργίᾳ διαρκέσας· διαδέχεται δ’ αὐτὸν ὁ Ἡρακλᾶς. διέπρεπε δὲ ἐν τούτῳ Φιρμιλλιανὸς, Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος,