Ancient Greek · ~2 min
ΛΟΓΟΣ ς., Chapter 27
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 27.1-3
Not analysed yet
τοσαύτην εἰσάγων περὶ τὸν Ὠριγένην σπουδὴν ὡς τοτὲ μὲν αὐτὸν ἀμφὶ τὰ κατ’ αὐτὸν κλίματα εἰς τὴν τῶν ἐκκλησιῶν ὠφέλειαν ἐκκαλεῖσθαι, τοτὲ δὲ ὡς αὐτὸν ἐπὶ τὴν Ἰουδαίαν στέλλεσθαι, καί τινας αὐτῷ συνδιατρίβειν χρόνους, τῆς εἰς τὰ θεῖα βελτιώσεως ἕνεκα. οὐ μὴν ἀλλὰ καὶ ὁ τῆς Ιεροσολύμων προεστὼς Ἀλέξανδρος, Θεόκτιστός τε ὁ κατὰ Καισάρειαν, τὸν πάντα χρόνον ὡς ἔπος εἰπεῖν προσανέχοντες αὐτῷ οἷα διδασκάλῳ μόνῳ, τὰ τῆς τῶν θείων γραφῶν ἑρμηνείας καὶ τὰ λοιπὰ τοῦ ἐκκλησιαστικοῦ λόγου πράττειν συνεχώρουν.