Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 26
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 26.10
Not analysed yet
ἀλλὰ τὴν ἐκείνων ἄγνοιαν οἱ σοὶ εὐσεβεῖς πατέρες “ἐπηνωρθώσαντο, πολλάκις πολλοῖς ἐπιπλήξαντες “ἐγγράφως, ὅσοι περὶ τούτων νεωτερίσαι ἐτόλμησαν. “ἐν οἷς ὁ μὲν πάππος σου Ἀδριανὸς πολλοῖς μὲν καὶ “ἄλλοις ,καὶ Φουνδανῷ δὲ τῷ ἀνθυπάτῳ ,ἡγουμένῳ “δὲ τῆς Ἀσίας ,γράφων φαίνεται ,ὁ δὲ πατήρ σου, “καὶ σοῦ τὰ σύμπαντα διοικοῦντος αὐτῷ ,ταῖς πόλεσι “περὶ τοῦ μηδὲν νεωτερίζειν περὶ ἡμῶν ἔγραψεν, “ἐν οἶς καὶ πρὸς Λαρισαίους καὶ πρὸς Θεσσα. “λονικεῖς καὶ Ἀθηναίους καὶ πρὸς πάντας Ἕλληνας. “