Ancient Greek · ~2 min
26.8 to 26.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 26.8-9
Not analysed yet
καὶ τοῦτο μέγιστον τεκμήριον τοῦ πρὸς ἀγαθοῦ τὸν καθ’ ἡμᾶς λόγον συνακμάσαι τῇ καλῶς ἀρξαμένῃ βασιλείᾳ, ἐκ τοῦ μηδὲν φαῦλον ἀπὸ τῆς Αὐγούστου ἀρχῆς ἀπαντῆσαι, ἀλλὰ τοὐναντίον ἅπαντα λαμπρὰ καὶ ἔνδοξα κατὰ τὰς “πάντων εὐχάς. μόνοι πάντων ἀναπεισθέντες ὑπο “τινων βασκάνων ἀνθρώπων τὸν καθ’ ἡμὰς ἐν διαβολῇ “καταστῆσαι λόγον ἠθέλησαν Νέρων καὶ Δομετιανὸς, “ἀφ’ ὧν καὶ τὸ τῆς συκοφαντίας ἀλόγῳ συνηθείᾳ “περὶ τοὺς τοιούτους ῥυῆναι συμβέβηκε ψεῦδος. “