Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 26
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 26.13
Not analysed yet
γράφει δὲ οὕτως“ Μελίτων Ὀνησίμῳ τῷ “ἀδελφῷ χαίρειν ἐπειδὴ πολλάκις ἠξίωσας σπουδῇ “τῇ πρὸς τὸν λόγον χρώμενος γενέσθαι ἐκλογάς σοι “ἔκ τε τοῦ νόμου καὶ τῶν προφητῶν περὶ τοῦ σωτῆ- “ρος καὶ πάσης τῆς πίστεως ἡμῶν, ἔτι δὲ καὶ μαθεῖν “τὴν τῶν παλαιῶν βιβλίων ἐβουλήθης ἀκρίβειαν, “πόσα τὸν ἀριθμὸν καὶ ὁποῖα τὴν τάξιν εἶεν, ἐσπούδασα “τὸ τοιοῦτο πρᾶξαι, ἐπιστάμενός σου τὸ σπου- “δαῖον περὶ τὴν πίστιν καὶ φιλομαθὲς περὶ τὸν λόγον, “ὅτι τε μάλιστα πάντων πόθῳ τῷ πρὸς θεὸν ταῦτα προκρίνεις ,περὶ τῆς αἰωνίου σωτηρίας ἀγωνιξόμενος.