Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 26
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 26.14
Not analysed yet
ἀνελθὼν οὖν εἰς τὴν ἀνατολὴν, καὶ ἕως τοῦ τόπου γενόμενος ἔνθα ἐκηρύχθη καὶ ἐπράχθη, καὶ ἀκριβῶς μαθὼν τὰ τῆς παλαιᾶς διαθήκης βιβλία ,ὑποτάξας ἔπεμψά σοι· ὧν ἐστὶ τὰ ὐνόματα· Μωυσέως πέντε ,Γένεσις ,Ἔξοδος ,Ἀριθμοὶ, Λευιτικὸν, Δευτερονόμιον. Ἰησοῦς Ναυῆ ,Κρι- ‘ταὶ, Ῥούθ· Βασιλειῶν τέσσαρα, Παραλειπομένων “δύο. Ψαλμῶν Δαβὶδ ,Σολομῶνος Παροιμίαι, ἣ καὶ Σοφία, Ἐκκλησιαστὴς, Ἀισμα Ἀισμάτων, Ἰώβ. Προφητῶν, Ἡσαΐου ,Ἱερεμίου· τῶν δώδεκα ἐν μονοβίβλῳ· Δανιὴν, Ἰεξεκιὴλ, Ἔσδρας. ἐξ ὧν καὶ τὰς ἐκλογὰς ἐποιησάμην, εἰς ἕξ βιβλία διελών.” καὶ τὰ μὲν τοῦ Μελίτωνος τοσαῦτα.