Ancient Greek · ~6 min
28.1 to 28.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.1-3-5
Not analysed yet
[Nic. H. E. IV, 21] Τούτων ἔν τινος σπουδάσματι μετὰ τῆς Ἀρτέμωνος αἱρέσεως πεπονημένῳ, ἣν αὖθις ὁ ἐκ Σαμοσάτων Παῦλος ὁ καθ᾿ ἡμᾶς ἀνανεώσασθαι πεπείραται, φέρεταί τις διήγησις, ταῖς ἐξεταζομέναις ἡμῖν προσήκουσα ἱστορίαις. τὴν γάρ τοι δεληλωμἐνην αἵρεσιν, ψιλὸν ἄνθρωπον γενέσθαι τὸν σωτῆρα φάσκουσαν, οὐ πρὸ πολλοῦ νεωτερισθεῖσαν διευθύνων, ἐπειδὴ σεμνύνειν αὐτὴν ὡσὰν ἀρχαίαν οἱ ταύτης ἤθελον εἰσηγηταὶ, πολλὰ καὶ ἄλλα εἰς ἔλεγχον αὐτῶν τῆς βλασφήμου ψευδηγορίας παραθεὶς ὁ λόγος ταῦτα κατὰ λέξιν ἱστορεῖ “φασὶ γὰρ τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς “τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι “ταῦτα, ἃ νῦν οὗτοι λέγουσι, καὶ τετηρῆσθαι τὴν “ἀλήθειαν τοῦ κηρύγματος μέχρι τῶν χρόνων τῶν “Βίκτορος, ὃς ἦν τρισκαιδέκατος ἀπὸ Πέτρου ἐν “῾Ρώμη ἐπίσκοπος, ἀπὸ δὲ τοῦ διαδόχου αὐτοῦ Ζε- “φυρίνου παρακεχαράχθαι τὴν ἀλήθειαν. ἦν δ᾿ “ἂν τυχὸν πιθανὸν τὸ λεγόμενον, εἰ μὴ πρῶτον μὲν “ἀντέπιπτον αὐτοῖς αἱ θεῖαι γραφαί. καὶ ἀδελφῶν “δέ τινων ἐστὶ γράμματα πρεσβύτερα τῶν Βίκτορος “χρόνων, ἃ ἐκεῖνοι πρὸς τὰ ἔθνη ὑπὲρ τῆς ἀληθείας “καὶ πρὸς τὰς τότε αἱρέσεις ἔγραψαν, λέγω δὲ Ἰου- “στίνου καὶ Μιλτιάδου καὶ Τατιανοῦ καὶ Κλήμεντος “καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἅπασι θεολογεῖται ὁ “Χριστός. τὰ γὰρ Εἰρηναίου τε καὶ Μελίτωνος “καὶ τῶν λοιπῶν τίς ἀγνοεῖ βιβλία, θεὸν καὶ ἄνθρω- “πον καταγγέλλοντα τὸν Χριστόν; ψαλμοὶ δὲ ὅσοι “καὶ ᾠδαὶ ἀδελφῶν ἀπ᾿ ἀρχῆς ὑπὸ πιστῶν γραφεῖσαι “τὸν λόγον τοῦ θεοῦ τὸν Χριστὸν ὑμνοῦσι θεολο- “γοῦντες.