Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 28
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.6-2
Not analysed yet
πῶς οὖν ἐκ τοσούτων ἐτῶν καταγγελ- ’‘λομένου τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἐνδέχεται “τοὺς μέχρι Βίκτορος οὕτως, ὡς οὗτοι λέγουσι, κεκη- “ρυχέναι; πῶς δὲ οὐκ αἰδοῦνται ταῦτα Βίκτορος “καταψεύδεσθαι, ἀκριβῶς εἰδότες ὅτι Βίκτωρ Θεό- “δοτον τὸν σκυτέα, τὸν ἀρχηγὸν καὶ πατέρα ταύτης “τῆς ἀρνησιθέου ἀποστασίας, ἀπεκήρυξε τῆς κοινω- “νίας, πρῶτον εἰπόντα ψιλὸν ἄνθρωπον τὸν Χριστόν; “εἰ γὰρ Βίκτωρ κατ᾿ αὐτοὺς οὕτως ἐφρόνει ὡς ἡ “τούτων διδάσκει βλασφημία, πῶς ἂν ἀπέβαλλε Θεό- “δοτον τὸν τῆς αἱρέσεως ταύτης εὑρετήν;” καὶ τὰ μὲν κατὰ τὸν Βίκτορα τοιαῦτα.