Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 28
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.1-5
Not analysed yet
Τούτων οἳ μάλιστα διέπρεπον, Φιρμιλλιανὸς μὲν τῆς Καππαδοκῶν Καισαρείας ἐπίσκοπος ἦν, Γρηγόριος δὲ καὶ Ἀθηνόδωρος ἀδελφοὶ, τῶν κατὰ Πόντον παροικιῶν ποιμένες, καὶ ἐπὶ τούτοις Ἕλενος τῆς ἐν Ταρσῷ παροικίας, καὶ Νικομᾶς τῆς ἐν Ἰκονίῳ· οὐ μὴν ἀλλὰ καὶ τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας Ὑμέναιος, τῆς τε ὁμόρου ταύτης Καισαρείας Θεότεκνος, Μάξιμος ἔτι πρὸς τούτοις· τῶν κατὰ Βόστραν δὲ καὶ οὗτος ἀδελφῶν διαπρεπῶς ἡγεῖτο· μυρίους τε ἄλλους οὐκ ἂν ἀπορήσαι τις ἅμα πρεσβυτέροις καὶ διακόνοις τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐν τῇ προειρημένῃ πόλει τηνικάδε συγκροτηθέντας ἀπαριθμούμενος, ἀλλὰ τούτων γε οἱ μάλιστα ἐπιφανεῖς οἵδε ἦσαν.