Ancient Greek · ~2 min
28.2 to 28.4
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.2-2-4
Not analysed yet
πάντων οὖν κατὰ καιροὺς διαφόρως καὶ πολλάκις ἐπὶ ταὐτὸ συνιόντων, λόγοι καὶ ζητήσεις καθ᾿ ἑκάστην ἀνεκινοῦντο σύνοδον, τῶν μὲν ἀμφὶ τὸν Σαμοσατέα τὰ τῆς ἑτεροδοξίας ἐπικρύπτειν ἔτι καὶ παρακαλύπτεσθαι πειρωμένων, τῶν δὲ ἀπογυμνοῦν καὶ εἰς φανερὸν ἄγειν τὴν αἵρεσιν καὶ τὴν εἰς Χριστὸν βλασφημίαν αὐτοῦ διὰ σπουδῆς ποιουμένων. ἐν τούτῳ δὲ Διονύσιος τελευτᾷ, κατὰ τὸ δωδέκατον ἔτος τῆς Γαλλιηνοῦ βασιλείας, προστὰς τῆς κατ᾿ Ἀλεξάνδρειαν ἐπισκοπῆς ἔτεσιν ἑπτακαίδεκα· διαδέχεται δὲ αὐτὸν Μάξιμος. Γαλλιηνοῦ δὲ ἐφ᾿ ὅλοις ἐνιαυτοῖς πεντεκαίδεκα τὴν ἀρχὴν κεκρατηκότος Κλαύδιος κατέστη διάδοχος. δεύτερον δὲ οὗτος διελθὼν ἔτος Αὐρηλιανῷ μεταδίδωσι τὴν ἡγεμονίαν,