Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 28
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.12
Not analysed yet
ἐπεὶ δὲ ῥᾳθυμότερον τοῖς ὁράμασι “προσεῖχε, δελεαζόμενος τῇ τε παρ᾿ αὐτοῖς πρωτο- “καθεδρίᾳ καὶ τῇ πλείστους ἀπολλυούσῃ αἰσχροκερ- “δείᾳ, τελευταῖον ὑπὸ ἁγίων ἀγγέλων ἐμαστιγώθη, “δι᾿ ὅλης τῆς νυκτὸς οὐ σμικρῶς αἰκισθεὶς, ὥστε “ἕωθεν ἀναστῆναι, καὶ ἐνδυσάμενον σάκκον καὶ σπο- “δὸν καταπασάμενον μετὰ πολλῆς σπουδῆς καὶ δα- “κρύων προσπεσεῖν Ζεφυρίνῳ τῷ ἐπισκόπῳ, κυλιό- “μενον ὑπὸ τοὺς πόδας οὐ μόνον τῶν ἐν κλήρῳ, “ἀλλὰ καὶ τῶν λαϊκῶν, συγχέαι τε τοῖς δάκρυσι τὴν “εὔσπλαγχνον ἐκκλησίαν τοῦ ἐλεήμονος Χριστοῦ· “πολλῇ τε τῇ δεήσει χρησάμενον, δείξαντά τε τοὺς “μώλωπας ὧν εἰλήφει πληγῶν μόλις κοινωνηθῆναι.”