Ancient Greek · ~4 min
28.7 to 28.11
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.7-11
Not analysed yet
τούτου δὲ ἔτεσι δέκα προστάντος τῆς λειτουργίας διάδοχος καθίσταται Ζεφυρῖνος, ἀμφὶ τὸ ἔνατον τῆς Σεβήρου βασιλείας ἔτος. προστίθησι δὲ ὁ τὸ προειρημένον συντάξας περὶ τοῦ κατάρξαντος τῆς δηλωθείσης αἱρέσεως βιβλίον καὶ ἄλλην κατὰ Ζεφυρῖνον γενομένην πρᾶξιν, ὧδέ πως αὐτοῖς ῥήμασι γράφων “ὑπομνήσω γοῦν “πολλοὺς τῶν ἀδελφῶν πρᾶγμα ἐφ᾿ ἡμῶν γενόμενον, “ὃ νομίζω ὅτι εἰ ἐν Σοδόμοις ἐγεγόνει, τυχὸν ἂν “κἀκείνους ἐνουθέτησε. Νατάλιος ἦν τις ὁμολογη- “τὴς, οὐ πάλαι, ἀλλ᾿ ἐπὶ τῶν ἡμετέρων γενόμενος “καιρῶν. οὗτος ἠπατήθη ποτὲ ὑπὸ Ἀσκληπιοδότου “καὶ ἑτέρου Θεοδότου τινὸς τραπεζίτου. ἦσαν δὲ “οὗτοι ἄμφω Θεοδότου τοῦ σκυτέως μαθηταὶ, τοῦ “πρώτου ἐπὶ ταύτῃ τῇ φρονήσει, μᾶλλον δὲ ἀφρο- “σύνῃ, ἀφορισθέντος τῆς κοινωνίας ὑπὸ Βίκτορος, “ὡς ἔφην, τοῦ τότε ἐπισκόπου. ἀνεπείσθη δὲ ὁ “Νατάλιος ὑπ᾿ αὐτῶν ἐπὶ σαλαρίῳ ἐπίσκοπος κλη- “ρωθῆναι ταύτης τῆς αἱρέσεως, ὥστε λαμβάνειν παρ᾿ “αὐτῶν μηνιαῖα δηνάρια ἑκατὸν πεντήκοντα. γε- “νόμενος οὖν σὺν αὐτοῖς δι᾿ ὁραμάτων πολλάκις ἐνου- “θετεῖτο ὑπὸ τοῦ κυρίου. ὁ γὰρ εὔσπλαγχνος θεὸς “καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐκ ἐβούλετο ἔξω “ἐκκλησίας γενόμενον ἀπολέσθαι μάρτυρα τῶν ἰδίων “παθῶν.