Ancient Greek · ~2 min
29.1 to 29.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 29.1-2-2
Not analysed yet
οὑ μικρῷ πρόσθεν τὰς περὶ τοῦ θαυμασίου Ἰουστίνου παρατεθείμεθα λέξεις, μαθητὴν αὐ τὸν ἱστοροῦντες τοῦ μάρτυρος. δηλοῖ δὲ Εἰρήναιος ἐν τῷ πρώτῳ τῶν πρὸς τὰς αἱρέσεις, ὁμοῦ τά τε περὶ αὐτοῦ καὶ τῆς κατ’ αὐτὸν αἱρέσεως οὕτω γράφων “ἀπὸ Σατορνίνου καὶ Μαρκίωνος οἱ καλούμενοι Εγκρατεῖς ἀγαμίαν ἐκήρυξαν, ἀθετοῦντες τὴν ἀρχαίαν πλάσιν τοῦ θεοῦ, καὶ ἠρέμα κατηγοροῦντες τοῦ ἄρρεν καὶ θῆλυ εἰς γένεσιν ἀνθρώπων πεποιηκότος· καὶ τῶν λεγομένων παρ’ αὐτοῖς ἐμψύχων ἀποχὴν εἰσηγήσαντο, ἀχαριστοῦντες τῷ πάντα πεποιηκότι θεῷ· ἀντιλέγουσί τε τῇ τοῦ πρωτοπλάστου σωτηρίᾳ