Ancient Greek · ~1 min
ΛΟΓΟΣ Δ., Chapter 28
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 28.1-2
Not analysed yet
[Nic. H. E. IV, 11] Καὶ Μουσανοῦ δὲ, ὃν ἐν τοῖς φθάσασι κατελέξαμεν ,φέρεταί τις ἐπιστρεπτικώτατος λόγος πρός τινας αὐτῷ γραφεὶς ἀδελφοὺς, ἀποκλίναντας ἐπὶ τὴν τῶν λεγομένων Ἐγκρατητῶν αἵρεσιν ,ἄρτι τότε φύειν ἀρχομένην ,ξένην τε καὶ φθοριμαίαν ψευδοδοξίαν εἰσάγουσαν τῷ βίῳ, ἡς παρεκτροπῆς ἀρχηγὸν καταστῆναι Τατιανὸν λόγος ἔχει·