Ancient Greek · ~1 min
29.1 to 29.2
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 29.1-3-2
Not analysed yet
[Nic. H. E. V, 26] Γορδιανοῦ δὲ μετὰ Μαξιμῖνον τὴν Ῥωμαίων ἡγεμονίαν διαδεξαμένου, τῆς κατὰ Ῥώμην ἐκκλησίας Ποντιανὸν ἔτεσιν ἕξ ἐπισκοπεύσαντα διαδέχεται Ἀντέρως, καὶ τοῦτον Φαβιανὸς ἐπὶ μῆνα τῇ λειτουργίᾳ διακονησάμενον. ἐξ ἀγροῦ φασι τὸν Φαβθανὸν μετὰ τὴν Ἀντέρωτος τελευτὴν ἅμ’ ἑτέροις συνελθόντα ἐπιχωριάζειν τῇ Ρώμῃ, ἔνθα παραδοξότατα πρὸς τῆς θείας καὶ οὐρανίου χάριτος ἐπὶ τὸν κλῆρον παρεληλυθέναι.